Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.26.1 | Hdt. 9.26.6 (English) | >>Hdt. 9.27.2 |
9.26.4 ἔδοξέ τε τοῖσι Πελοποννησίοισι ταῦτα εἶναι ποιητέα καὶ ἔταμον ὅρκιον ἐπὶ λόγῳ τοιῷδε , ἢν μὲν Ὕλλος νικήσῃ τὸν Πελοποννησίων ἡγεμόνα , κατιέναι Ἡρακλείδας ἐπὶ τὰ πατρώια , ἢν δὲ νικηθῇ , τὰ ἔμπαλιν Ἡρακλείδας ἀπαλλάσσεσθαι καὶ ἀπάγειν τὴν στρατιὴν ἑκατόν τε ἐτέων μὴ ζητῆσαι κάτοδον ἐς Πελοπόννησον .
9.26.5 προεκρίθη τε δὴ ἐκ πάντων τῶν συμμάχων ἐθελοντὴς Ἔχεμος ὁ Ἠερόπου τοῦ Φηγέος στρατηγός τε ἐὼν καὶ βασιλεὺς ἡμέτερος , καὶ ἐμουνομάχησέ τε καὶ ἀπέκτεινε Ὕλλον . ἐκ τούτου τοῦ ἔργου εὑρόμεθα ἐν Πελοποννησίοισί γε τοῖσι τότε καὶ ἄλλα γέρεα μεγάλα , τὰ διατελέομεν ἔχοντες , καὶ τοῦ κέρεος τοῦ ἑτέρου αἰεὶ ἡγεμονεύειν κοινῆς ἐξόδου γινομένης .
9.26.6 ὑμῖν μέν νυν ὦ Λακεδαιμόνιοι οὐκ ἀντιεύμεθα , ἀλλὰ διδόντες αἵρεσιν ὁκοτέρου βούλεσθε κέρεος ἄρχειν παρίεμεν · τοῦ δὲ ἑτέρου φαμὲν ἡμέας ἱκνέεσθαι ἡγεμονεύειν κατά περ ἐν τῷ πρόσθε χρόνῳ . χωρίς τε τούτου τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην τὴν τάξιν ἔχειν .
9.26.7 πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντες πρὸς ὑμέας ἡμῖν , ἄνδρες Σπαρτιῆται , ἀγῶνες ἀγωνίδαται , πολλοὶ δὲ καὶ πρὸς ἄλλους . οὕτω ὦν δίκαιον ἡμέας ἔχειν τὸ ἕτερον κέρας ἤ περ Ἀθηναίους · οὐ γάρ σφι ἐστὶ ἔργα οἷά περ ἡμῖν κατεργασμένα , οὔτʼ ὦν καινὰ οὔτε παλαιά .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.26.1 | Hdt. 9.26.6 (English) | >>Hdt. 9.27.2 |